Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.506 Joseph. BJ 4.513 (English) >>Joseph. BJ 4.519

4.510κἀπειδὴ πόλεσιν ἤδη φοβερὸς ἦν, πολλοὶ πρὸς τὴν ἰσχὺν καὶ τὴν εὔροιαν τῶν κατορθωμάτων ἐφθείροντο δυνατοί, καὶ οὐκέτι ἦν δούλων μόνων οὐδὲ λῃστῶν στρατός, ἀλλὰ καὶ δημοτικῶν οὐκ ὀλίγων ὡς πρὸς βασιλέα πειθαρχεῖν.

-- --

4.511κατέτρεχε δὲ τήν τε Ἀκραβετηνὴν τοπαρχίαν καὶ τὰ μέχρι τῆς μεγάλης Ἰδουμαίας· κατὰ γὰρ κώμην τινὰ καλουμένην Ἀῒν τεῖχος κατασκευάσας ὥσπερ φρουρίῳ πρὸς ἀσφάλειαν ἐχρῆτο, 4.512κατὰ δὲ τὴν φάραγγα προσαγορευομένην Φερεταὶ πολλὰ μὲν ἀνευρύνας σπήλαια, πολλὰ δʼ εὑρὼν ἕτοιμα ταμιείοις ἐχρῆτο θησαυρῶν καὶ τῆς λείας ἐκδοχείοις. 4.513ἀνετίθει δὲ καὶ τοὺς ἁρπαζομένους εἰς αὐτὰ καρπούς, οἵ τε πολλοὶ τῶν λόχων δίαιταν εἶχον ἐν ἐκείνοις· δῆλος δʼ ἦν τό τε σύνταγμα προγυμνάζων καὶ τὰς παρασκευὰς κατὰ τῶν Ἱεροσολύμων. 4.514

Ὅθεν οἱ ζηλωταὶ δείσαντες αὐτοῦ τὴν ἐπιβουλὴν καὶ προλαβεῖν βουλόμενοι τὸν κατʼ αὐτῶν τρεφόμενον ἐξίασι μετὰ τῶν ὅπλων οἱ πλείους· ὑπαντιάζει δὲ Σίμων, καὶ παραταξάμενος συχνοὺς μὲν αὐτῶν ἀναιρεῖ, συνελαύνει δὲ τοὺς λοιποὺς εἰς τὴν πόλιν. 4.515οὔπω δὲ θαρρῶν τῇ δυνάμει τοῦ μὲν τοῖς τείχεσιν προσβάλλειν ἀπετράπη, χειρώσασθαι δὲ πρότερον τὴν Ἰδουμαίαν ἐπεβάλετο· καὶ δὴ δισμυρίους ἔχων ὁπλίτας ἤλαυνεν ἐπὶ τοὺς ὅρους αὐτῆς. 4.516οἱ δὲ ἄρχοντες τῆς Ἰδουμαίας κατὰ τάχος ἀθροίσαντες ἐκ τῆς χώρας τὸ μαχιμώτατον περὶ πεντακισχιλίους καὶ δισμυρίους, τοὺς δὲ πολλοὺς ἐάσαντες φρουρεῖν τὰ σφέτερα διὰ τὰς τῶν ἐν Μασάδᾳ σικαρίων καταδρομάς, ἐδέχοντο τὸν Σίμωνα πρὸς τοῖς ὅροις.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.506 Joseph. BJ 4.513 (English) >>Joseph. BJ 4.519

Powered by PhiloLogic